Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὓτω μὲν αἱ μεσότητες λαμβάνονται. δεῖ δ᾽ αὐτὰς ἐκεῖ παρεντάξαι καὶ ἀναπληρῶσαι τὰ διπλάσια καὶ
τριπλάσια διαστήματα. τῶν δ᾽ ἐκκειμένων ἀριθμῶν
οἱ μὲν οὐδ᾽ ὅλως μεταξὺ χώραν ἔχουσιν οἱ δ᾽ οὐχ
[p. 192]
ἱκανὴν αὔξοντες οὖν αὐτούς, τῶν αὐτῶν λόγων διαμενόντων, ὑποδοχὰς ποιοῦσιν ἀρκούσας ταῖς εἰρημέναις μεσότησι. καὶ πρῶτον μὲν ἐλάχιστον ἀντὶ τοῦ ἑνὸς τὰ ἓξ θέντες, ἐπεὶ πρῶτος ἥμισύ τε καὶ
τρίτον ἔχει μέρος, ἅπαντας ἑξαπλασίους τοὺς ὑποτεταγμένους ἐποίησαν, ὡς ὑπογέγραπται, δεχομένους
τὰς μεσότητας ἀμφοτέρας καὶ τοῖς διπλασίοις καὶ
τοῖς τριπλασίους διαστήμασιν. εἰρηκότος δὲ τοῦ Πλάτωνος ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων
καὶ ἐπογδόων γενομένων, ἐκ τούτων τῶν δεσμῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.