Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἁρμονίᾳ διακεκόσμηκε τὴν οὐσίαν αὐτῆς ὑποκειμένην
καὶ δεχομένην τὸ κάλλιστον εἶδος ὑπὸ τούτων ἐγγιγνόμενον. οἶμαι δὲ μὴ ταὐτὸν εἶναι
τῷ κατ᾽ ἀριθμὸν συνεστάναι τὴν ψυχὴν τὸ τὴν
οὐσίαν αὐτῆς ἀριθμὸν ὑπάρχειν: ἐπεὶ καθ᾽ ἁρμονίαν συνέστηκεν, ἁρμονία δ᾽ οὔκ ἐστιν, ὡς αὐτὸς
ἐν τῷ περὶ Ψυχῆς ἀπέδειξεν. ἐκφανῶς δὲ τούτοις
ἠγνόηται τὸ περὶ τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου:
[p. 158] λέγουσι γὰρ ὡς τὸ μὲν στάσεως τὸ δὲ κινήσεως συμβάλλεται δύναμιν εἰς τὴν τῆς ψυχῆς γένεσιν, αὐτοῦ Πλάτωνος ἐν τῷ Σοφιστῇ τὸ ὂν καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, πρὸς δὲ τούτοις στάσιν καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.