Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συνιδεῖν, τί δήποτε φήσας ὁ Πλάτων ἡμιολίους
καὶ ἐπιτρίτους καὶ ἐπογδόοις γίγνεσθαι διαστάσεις
ἐν τῷ συμπληροῦσθαι τὰς ἐπιτρίτους ταῖς ἐπογδόοις, οὐκ ἐμνήσθη τῶν ἡμιολίων ἀλλὰ παρέλιπε. τὸ γὰρ ἡμιόλιον, τοῦ ἐπιτρίτου τῷ ἐπογδόῳ τῷ ἐπιτρίτῳ προστιθεμένου, συμπληροῦσθαι καὶ τὸ ἡμιόλιον.
[p. 199]
Ὑποδεδειγμένων δὲ τούτων, τὸ μὲν συμπληροῦν
τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας,
εἰ καὶ μηδεὶς ἐτύγχανε πὲποιηκὼς πρότερον, ὑμῖν
ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρῆκα νῦν δὲ πολλοῖς
κἀγαθοῖς ἀνδράσιν ἐξειργασμένου τούτου, μάλιστα
δὲ Κράντορι καὶ Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς εἰπεῖν οὐκ ἄχρηστόν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.