Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶδος, καὶ τῷ αἰσθητικῷ τὸ νοερὸν καὶ τῷ κινητικῷ
τὸ τεταγμένον ἀφ᾽ αὑτοῦ παρασχὼν ἡγεμόνα τοῦ
παντὸς ἐγκατέστησεν. οὕτω γὰρ καὶ τὸ σῶμα τοῦ
κόσμου πῇ μὲν ἀγένητον ἀποφαίνει πῇ δὲ γενητόν:
ὅταν μὲν γὰρ εἴπῃ ‘πᾶν ὅσον ἦν ὁρατὸν οὐχ
ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον ἀτάκτως τὸν θεὸν
παραλαβόντα διακοσμεῖν’ καὶ πάλιν ‘τὰ τέτταρα
γένη, πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, πρὶν ἢ τὸ πᾶν ὑπ᾽ αὐτῶν διακοσμηθὲν γενέσθαι, σεισμὸν ἐμποιεῖν τῇ ὕλῃ καὶ ὑπ᾽ ἐκείνης τινάσσεσθαι διὰ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.