Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῷ μὲν ἀλόγῳ τὸ ταραχῶδες, τῷ δὲ λογικῷ τὸ εὔτακτον, ταῖς δ᾽ αἰσθήσεσι τὸ κατηναγκασμένον,
τῷ δὲ νῷ τὸ αὐτοκρατές. ἡ δ᾽ ὁριστικὴ δύναμις
τὸ καθόλου καὶ τὸ ἀμερὲς διὰ συγγένειαν ἀγαπᾷ: καὶ τοὐναντίον ἡ διαιρετικὴ πρὸς τὰ καθ᾽ ἕκαστα φέρεται τῷ μεριστῷ: χαίρει δ᾽ ὅλον τῇ διὰ τὸ
[p. 179] ταὐτὸν ἐφ᾽ ἃ δεῖται μεταβολῇ διὰ τὸ θάτερον. οὐχ
ἥκιστα δ᾽ ἥ τε πρὸς τὸ καλὸν διαφορὰ καὶ τὸ αἰσχρὸν ἥ τε πρὸς τὸ ἡδὺ καὶ τὸ ἀλγεινὸν αὖθις
οἵ τε τῶν ἐρώντων ἐνθουσιασμοὶ καὶ πτοήσεις καὶ
διαμάχαι τοῦ φιλοκάλου πρὸς τὸ ἀκόλαστον ἐνδείκνυνται
τὸ μικτὸν ἔκ τε τῆς θείας καὶ ἀπαθοῦς ἔκ
τε τῆς θνητῆς καὶ περὶ τὰ σώματα παθητῆς μερίδος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.