Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐμμέλειαν ὀκτὼ γὰρ ἦσαν καὶ οἱ πρῶτοι τῶν διπλασίων
καὶ τριπλασίων ὅροι λόγων, ἑκατέρᾳ προσαριθμουμένης μερίδι τῆς μονάδος. οἱ δὲ πρεσβύτεροι
Μούσας παρέδωκαν καὶ ἡμῖν ἐννέα, τὰς μὲν ὀκτὼ καθάπερ ὁ Πλάτων περὶ τὰ οὐράνια, τὴν δ᾽ ἐνάτην τὰ περίγεια κηλεῖν ἀνακαλουμένην καὶ καθιστᾶσαν ἐκ πλάνης καὶ διαφορᾶς ἀνωμαλίαν καὶ ταραχὴν ἐχούσης.
σκοπεῖτε δὲ μὴ τὸν μὲν οὐρανὸν ἄγει καὶ
τὰ οὐράνια ταῖς περὶ αὐτὴν ἐμμελείαις καὶ κινήσεσιν
ἡ ψυχὴ φρονιμωτάτη καὶ δικαιοτάτη γεγονυῖα: γέγονε δὲ τοιαύτη τοῖς καθ᾽ ἁρμονίαν λόγοις, ὧν εἰκόνες μὲν ὑπάρχουσιν εἰς τὰ ἀσώματα ἐν τοῖς
ὁρατοῖς καὶ ὁρωμένοις μέρεσι τοῦ κόσμου καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.