Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτὸς ὁ θεὸς διαρμοσάμενος τοῖς προσήκουσιν ἀριθμοῖς καὶ λόγοις ἐγκατέστησεν ἡγεμόνα τοῦ κόσμου γεγονότος γενητὴν οὖσαν.
ὅτι δὲ περὶ τούτων διενοεῖτο ταῦτα καὶ οὐ
θεωρίας ἕνεκα, τοῦ τε κόσμου μὴ γενομένου καὶ τῆς ψυχῆς ὅμως ὑπετίθετο σύστασιν καὶ γένεσιν, ἐκεῖνο πρὸς πολλοῖς τεκμήριόν ἐστι ... τὸ τὴν μὲν
ψυχὴν ὑπ᾽ αὐτοῦ καὶ ἀγένητον ὥσπερ εἴρηται καὶ γενητὴν λέγεσθαι, τὸν δὲ κόσμον ἀεὶ μὲν γεγονότα
καὶ γενητὸν ἀγένητον δὲ μηδέποτε μηδ᾽ ἀίδιον.
τὰ μὲν οὖν ἐν Τιμαίῳ τί δεῖ προφέρειν; ὅλον γὰρ καὶ πᾶν τὸ σύγγραμμα περὶ κόσμου γενέσεως; ἄχρι τέλους ἀπ᾽ ἀρχῆς ἐστι. τῶν δ᾽ ἄλλων ἐν μὲν Ἀτλαντικῷ προσευχόμενος ὁ Τίμαιος ὀνομάζει τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.