Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
μεμιγμένην ἤρχετο δὲ διαιρεῖν ὧδε’ ταῦτα πρῶτον ὅσας παρέσχηκε τοῖς ἐξηγουμένοις διαφοράς, ἄπλετον
ἔργον ἐστὶ διελθεῖν ἐν τῷ παρόντι, πρὸς δ᾽ ὑμᾶς ἐντετυχηκότας ὁμοῦ ταῖς πλείσταις καὶ περιττόν.
ἐπεὶ δὲ τῶν δοκιμωτάτων ἀνδρῶν τοὺς μὲν
Ξενοκράτης προσηγάγετο, τῆς ψυχῆς τὴν οὐσίαν ἀριθμὸν αὐτὸν ὑφ᾽ ἑαυτοῦ κινούμενον ἀποφηνάμενος
οἱ δὲ Κράντορι τῷ Σολεῖ προσέθεντο, μιγνύντι
τὴν ψυχὴν ἔκ τε τῆς νοητῆς καὶ τῆς περὶ τὰ
αἰσθητὰ δοξαστῆς φύσεως: οἶμαί τι τὴν τούτων
ἀνακαλυφθέντων σαφήνειαν ὥσπερ ἐνδόσιμον ἡμῖν παρέξειν.
ἔστι δὲ βραχὺς ὑπὲρ ἀμφοῖν ὁ λόγος. οἱ μὲν γὰρ οὐδὲν ἢ γένεσιν ἀριθμοῦ δηλοῦσθαι νομίζουσι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.