previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[82] τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος, φιλόσοφος ὅρα οἵαν ἀπόκρισιν ἀπεκρίνατο, Ἑρμότιμε, ὡς πρεσβυτικήν: ἔφη γάρ, Ἀλλ᾽ εἴ γε μὴ ἐμοὶ ἐπλησίαζεν οὗτος, οὐκ οἴει μακρῷ χείρω ἂν αὐτὸν ἐξεργάσασθαι καὶ νὴ Δία ἴσως τῷ δημίῳ παραδεδόσθαι; ὡς νῦν γε χαλινόν τινα ἐμβέβληκεν αὐτῷ φιλοσοφία καὶ πρὸς ταυτην αἰδώς, καὶ διὰ τοῦτο μετριώτερός ἐστιν ὑμῖν καὶ φορητὸς ἔτι: φέρει γάρ τινα αἰσχύνην αὐτῷ, εἰ ἀνάξιος φαίνοιτο τοῦ σχήματος καὶ τοῦ ὀνόματος, δὴ παρακολουθοῦντα παιδαγωγεῖ αὐτόν. ὥστε δίκαιος ἂν εἴην, εἰ καὶ μὴ ὧν βελτίω ἀπέφηνα, μισθὸν παρ᾽ ὑμῶν λαβεῖν, ἀλλ᾽ οὖν ἐκείνων γε, μὴ δέδρακεν αἰδούμενος φιλοσοφίαν: ἐπεὶ καὶ [p. 389] αἱ τίτθαι τοιάδε λέγουσι περὶ τῶν παιδίων, ὡς απιτέον αὐτοῖς ἐς διδασκάλου: καὶ γὰρ ἂν μηδέπω μαθεῖν ἀγαθόν τι δύνωνται, ἀλλ᾽ οὖν φαῦλον οὐδὲν ποιήσουσιν ἐκεῖ μένοντες. ἐγὼ μὲν οὖν τὰ ἄλλα πάντα ἀποπλῆσαί μοι δοκῶ, καὶ ὅντινα ἂν ἐθέλῃς τῶν εἰδότων τὰ ἡμέτερα, ἧκέ μοι ἐς αὔριον παραλαβὼν ὄψει τε ὅπως ἐρωτᾷ καὶ πῶς ἀποκρίνεται καὶ ὅσα μεμάθηκε καὶ ὅσα ἤδη ἀνέγνωκε βιβλία περὶ ἀξιωμάτων, περὶ συλλογισμῶν, περὶ καταλήψεως, περὶ καθηκόντων καὶ ἄλλα ποικίλα. εἰ δὲ τὴν μητέρα ἔτυπτεν παρθένους συνήρπαζε, τί ταῦτα πρὸς ἐμέ; οὐ γὰρ παιδαγωγόν με ἐπεστήσατε αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: