[29]
οὕτω γε ἄμεινον, ὦ Λυκῖνε, παρα πολύ.
πλὴν οἶδά γε ὅτι ἅπαντας ἐν κύκλῳ περιελθὼν οὐκ ἄλλους
ἂν εὕροις οὔτε ἡγεμόνας ἀμείνους οὔτε κυβερνήτας
ἐμπειροτέρους τῶν Στωϊκῶν, καὶ ἢν ἐθελήσῃς γε ἀφικέσθαι
ποτὲ εἰς τὴν Κόρινθον, ἐκείνοις ἕψῃ κατὰ τὰ Χρυσίππου
καὶ Ζήνωνος ἴχνη προϊών: ἄλλως δὲ ἀδύνατον.
Λυκῖνος
ὁρᾷς, τοῦτο ὡς κοινόν, ὦ Ἑρμότιμε, εἴρηκας;
εἴποι γὰρ ἂν αὐτὸ καὶ ὁ τῷ Πλάτωνι ξυνοδοιπορῶν
καὶ ὁ Ἐπικούρῳ ἑπόμενος καὶ οἱ ἄλλοι, μὴ ἂν ἐλθεῖν με
εἰς τὴν Κόρινθον, εἰ μὴ μεθ᾽ ἑαυτοῦ, ἕκαστος. ὥστε ἢ
πᾶσι πιστεύειν χρή, ὅπερ γελοιότατον, ἢ ἀπιστεῖν ὁμοίως
μακρῷ γὰρ ἀσφαλέστατον τὸ τοιοῦτον, ἄχρι ἂν εὕρωμεν
τἀληθῆ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.