[23]
τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας
ἐπιθυμεῖν πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε
κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε πρὸς τὸ
μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ μέλλουσιν ἀφικόμενοι
ἐγγραφήσεσθαι καὶ αὐτοὶ καὶ μεθέξειν τῆς πολι τείας;
Λυκῖνος
νὴ Δί᾽, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ
τούτῳ σπουδαστέον, τῶν δ᾽ ἄλλων ἀμελητέον, καὶ μήτε
[p. 349]
πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης πολὺν ποιεῖσθαι
τὸν λόγον μήτε παίδων ἢ γονέων, ὅτῳ εἰσίν, ἐπικατεχόντων
καὶ κλαυθμυριζομένων ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα
μὲν κἀκείνους παρακαλεῖν ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ
ἐθέλοιεν ἢ μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν
εὐθὺ τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα
τὸ ἱμάτιον, εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν,
ἐσσύμενον ἐκεῖσε: οὐ γὰρ δέος μή σέ τις ἀποκλείσῃ καὶ
γυμνὸν ἐκεῖσε ἥκοντα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.