previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] ἀλλ᾽ οἶσθα, Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον ἐπίστευον, ἀλλὰ καὶ ἐμαυτῷ: ἑώρων γὰρ αὐτοὺς κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς, φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδ᾽ αὖ πάνυ ἐς τὸ ἀδιάφορον ὑπερεκπῖπτον, ὡς ἔκπληκτον εἶναι καὶ κυνικὸν ἀτεχνῶς, ἀλλ᾽ ἐπὶ τοῦ μέσου καταστήματος, δὴ ἄριστον ἅπαντες εἶναι φασιν.

Λυκῖνος
ἆρ᾽ οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτούς, μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν διδάσκαλον, Ἑρμότιμε, πράττοντα; οἷον δανείζοντας καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα ἐπιδείκνυνται; τούτων ὀλίγον σοι μέλει, ἄχρι ἂν εὐσταλὴς ἀναβολὴ καὶ [p. 346] πώγων βαθὺς καὶ ἐν χρῷ κουρά; καὶ πρὸς το λοιπὸν ἄρα ἔχωμεν τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων, ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίστους, ὃς δ᾽ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος καὶ ἀποβλητέος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: