[68]
τὰ ποῖα;
Λυκῖνος
οὐκ ἀκούεις τῶν Στωϊκῶν ἢ Ἐπικουρείων ἢ
Πλατωνικῶν εἶναι φασκόντων τοὺς μὲν εἰδέναι τοὺς λόγους
ἑκάστους, τοὺς δὲ μή, καίτοι τά γε ἄλλα πάνυ ἀξιοπίστους ὄντας;
[p. 379]
Ἑρμότιμος
ἀληθῆ ταῦτα.
Λυκῖνος
τὸ τοίνυν διακρῖναι τοὺς εἰδότας καὶ διαγνῶναι
ἀπὸ τῶν οὐκ εἰδότων μέν, φασκόντων δέ, οὔ σοι
δοκεῖ πάνυ ἐργῶδες εἶναι;
Ἑρμότιμος
καὶ μάλα.
Λυκῖνος
δεήσει τοίνυν σέ, εἰ μέλλεις Στωϊκῶν τὸν
ἄριστον εἴσεσθαι, εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλ᾽ οὖν ἐπὶ τοὺς
πλείστους αὐτῶν ἐλθεῖν καὶ πειραθῆναι καὶ τὸν ἀμείνω
προστήσασθαι διδάσκαλον, γυμνασάμενόν γε πρότερον
καὶ κριτικὴν τῶν τοιούτων δύναμιν πορισάμενον, ὡς μή
σε λάθῃ ὁ χείρων προκριθείς. καὶ σὺ καὶ πρὸς τοῦτο ὅρα
ὅσου δεῖ τοῦ χρόνου, οὗ ἑκὼν παρῆκα δεδιὼς μὴ σὺ ἀγανακτήσῃς,
καίτοι τό γε μέγιστόν τε ἅμα καὶ ἀναγκαιότατον
ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ἀδήλοις τε καὶ ἀμφιβόλοις,
ἓν τοῦτό ἐστιν, οἶμαι: καὶ μόνη σοι αὕτη πιστὴ
καὶ βέβαιος ἐλπὶς ἐπὶ τὴν ἀλήθειάν τε καὶ εὕρεσιν αὐτῆς,
άλλη δὲ οὐδ᾽ ἡτισοῦν ἢ τὸ κρίνειν δύνασθαι καὶ χωρίζειν
ἀπὸ τῶν ἀληθῶν τὰ ψευδῆ ὑπάρχειν σοι καὶ κατὰ τοὺς
ἀργυρογνώμονας διαγιγνώσκειν ἅ τε δόκιμα καὶ ἀκίβδηλα
καὶ ἃ παρακεκομμένα, καὶ εἴ ποτε τοιαύτην τινὰ δύναμιν
καὶ τέχνην πορισάμενος ᾔεις ἐπὶ τὴν ἐξέτασιν τῶν
λεγομένων: εἰ δὲ μή, εὖ ἴσθι ὡς οὐδὲν κωλύσει σε τῆς
ῥινὸς ἕλκεσθαι ὑφ᾽ ἑκάστων ἢ θαλλῷ προδειχθέντι ἀκολουθεῖν
ὥσπερ τὰ πρόβατα, μᾶλλον δὲ τῷ ἐπιτραπεζίῳ
ὕδατι ἐοικὼς ἔσῃ, ἐφ᾽ ὅ τι ἂν μέρος ἑλκύσῃ σέ τις ἄκρῳ
τῷ δακτύλῳ ἀγόμενος, ἢ καὶ νὴ Δία καλάμῳ τινὶ ἐπ᾽
ὄχθῃ παραποταμίᾳ πεφυκότι καὶ πρὸς πᾶν τὸ πνέον καμπτομένῳ,
κἂν μικρά τις αὔρα διαφυσήσασα διασαλεύσῃ
αὐτόν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.