[7]
τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα
ὡς πάντα χρῆν ὑπομεῖναι δι᾽ αὐτά, πόθεν ἔχεις εἰδέναι;
οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας.
Ἑρμότιμος
ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι: ὁ δὲ
πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν.
Λυκῖνος
ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ
τίνα τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦτον
καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους;
Ἑρμότιμος
εὐφήμει, ὦ ἑταῖρε: οὐδὲν γάρ ἐστι ταῦτα πρὸς τὸν ἐν τῇ ἀρετῇ βίον.
Λυκῖνος
ἀλλὰ τίνα φησὶ τἀγαθά, εἰ μὴ ταῦτα, ἕξειν
προς τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας;
Ἑρμότιμος
σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ
τὸ δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον
[p. 339]
ᾗ ἕκαστα ἔχει: πλούτους δὲ καὶ δόξας καὶ ἡδονὰς καὶ
ὅσα τοῦ σώματος, ταῦτα πάντα κάτω ἀφεὶς καὶ ἀποδυσάμενος
ἀνέρχεται, ὥσπερ φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα
θεὸν γενέσθαι: καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν
ὁπόσον ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν
τε καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς θεοὺς
διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ ὑπὸ φιλοσοφίας
ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα ταῦτα περιαιρεθέντες,
ἃ τοῖς ἄλλοις θαυμαστὰ εἶναι δοκεῖ οὐκ ὀρθῶς δοξάζουσιν,
ἀνελθόντες ἐπὶ τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου
καὶ δόξης καὶ ἡδονῶν ἀλλ᾽ οὐδὲ μεμνημένοι ἔτι, καταγελῶντες
δὲ τῶν οἰομένων ταῦτα εἶναι.
Λυκῖνος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.