previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] ἔστω δή μοι μὲν ἀρετὴ τοιόνδε τι, οἷον πόλις τις εὐδαίμονας ἔχουσα τοὺς ἐμπολιτευομένουςὡς φαίη ἂν διδάσκαλος σὸς ἐκεῖθέν ποθεν ἀφιγμένοςσοφοὺς ἐς τὸ ἀκρότατον, ἀνδρείους ἅπαντας, δικαίους, σώφρονας, ὀλίγον θεῶν ἀποδέοντας: οἷα δὲ πολλὰ γίγνεται παρ᾽ ἡμῖν, ἁρπαζόντων καὶ βιαζομένων καὶ πλεονεκτούντων, οὐδὲν ἂν ἴδοις, φασίν, ἐν ἐκείνῃ τῇ πόλει τολμώμενον, ἀλλὰ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ξυμπολιτεύονται, μάλ᾽ εἰκότως: γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν, οἶμαι, τὰς στάσεις καὶ φιλονεικίας ἐγείρει καὶ ὧν ἕνεκα ἐπιβουλεύουσιν ἀλλήλοις, ταῦτα πάντα ἐκποδών ἐστιν ἐκείνοις. οὐ γὰρ οὔτε χρυσίον ἔτι οὔτε ἡδονὰς οὔτε δόξας ὁρῶσιν, ὡς διαφέρεσθαι περὶ αὐτῶν, ἀλλὰ πάλαι τῆς πόλεως ἐξεληλάκασιν αὐτὰ οὐκ ἀναγκαῖα ἡγησάμενοι ξυμπολιτεύεσθαι. ὥστε γαληνόν τινα καὶ πανευδαίμονα βίον βιοῦσι ξὺν εὐνομίᾳ καὶ ἰσότητι καὶ ἐλευθερίᾳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς.

Ἑρμότιμος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: