[51]
οὔκ, ἀλλ᾽ ὑβριστὴς ἀεὶ σύ, καὶ οὐκ οἶδ᾽
ὅ τι παθὼν μισεῖς φιλοσοφίαν καὶ ἐς τοὺς φιλοσοφοῦντας ἀποσκώπτεις.
Λυκῖνος
ὦ Ἑρμότιμε, ἥτις μὲν ἡ ἀλήθειά ἐστιν ὑμεῖς
ἂν ἄμεινον εἴποιτε οἱ σοφοί, σύ τε καὶ ὁ διδάσκαλος: ἐγὼ
δὲ τό γε τοσοῦτον οἶδα, ὡς οὐ πάνυ ἡδεῖά ἐστιν αὐτὴ τοῖς
ἀκούουσιν, ἀλλὰ παρευδοκιμεῖται ὑπὸ τοῦ ψεύδους παρὰ
πολύ: εὐπροσωπότερον γὰρ ἐκεῖνο καὶ διὰ τοῦτο ἥδιον:
ἡ δὲ ἅτε μηδὲν κίβδηλον ἑαυτῇ συνειδυῖα μετὰ παρρησίας
διαλέγεται τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο ἄχθονται αὐτῇ.
ἰδού γέ τοι, καὶ σὺ νῦν ἄχθῃ μοι τἀληθὲς ἐξευρόντι περὶ
τούτων μετὰ σοῦ καὶ δηλώσαντι οἵων ἐρῶμεν ἐγώ τε καὶ
σύ, ὡς οὐ πάνυ ῥᾳδίων: ὥσπερ εἰ ἀνδριάντος ἐρῶν
ἐτύγχανες καὶ ᾤου τεύξεσθαι ὑπολαμβάνων ἄνθρωπον
εἶναι, ἐγὼ δὲ κατιδὼν ὡς λίθος ἢ χαλκὸς εἴη ἐμήνυσα
[p. 369]
πρός σε ὑπ᾽ εὐνοίας ὅτι ἀδυνάτων ἐρᾷς, καὶ τότε δύσνουν
ἐμὲ εἶναι ᾤου ἂν σαυτῷ, διότι σε οὐκ εἴων ἐξαπατᾶσθαι
ἀλλόκοτα καὶ ἀνέλπιστα ἐλπίζοντα.
Ἑρμότιμος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.