previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] εἰκότως: οὐδὲ γὰρ εὐπρόσωπον οὐδέν. ὥστε ἢν ἐθέλωμεν τὸν ἔχοντα τὴν ἱερὰν φιάλην εὑρεῖν τὸν ἔφεδρον τὸν ἄριστα ἡγησόμενον ἡμῖν ἐς τὴν πόλιν ἐκείνην τὴν Κόρινθον, ἐπὶ πάντας ἀναγκαίως ἀφιξόμεθα καὶ ἐξετάσομεν ἄκρως πειρώμενοι καὶ ἀποδύοντες καὶ παραθεωροῦντες: μόλις γὰρ ἂν οὕτω τἀληθὲς ἐκμάθοιμεν. καὶ εἴ γέ τις μέλλει σύμβουλός μοι ἀξιόπιστος ἔσεσθαι φιλοσοφίας πέρι, ἥντινα φιλοσοφητέον, οὗτος ἂν εἴη μόνος τὰ ὑπὸ πασῶν αὐτῶν λεγόμενα εἰδώς, οἱ δ᾽ ἄλλοι ἀτελεῖς, καὶ οὐκ ἂν πιστεύσαιμι αὐτοῖς, ἔστ᾽ ἂν καὶ μιᾶς ἀπείρατοι ὦσι: τάχα γὰρ ἂν ἀρίστη ἐκείνη εἴη. οὐ γὰρ δὴ εἴ τις παραστησάμενος καλὸν ἄνθρωπον [p. 365] λέγοι τοῦτον εἶναι κάλλιστον ἀνθρώπων ἁπάντων, πιστεύσαιμεν ἂν αὐτῷ, ἢν μὴ εἰδῶμεν ὅτι πάντας ἀνθρώπους ἑώρακεν: ἴσως μὲν γὰρ καὶ οὗτος καλός, εἰ δὲ πάντων κάλλιστος, οὐκ ἂν ἔχοι εἰδέναι μὴ ἰδὼν ἅπαντας. ἡμεῖς δὲ οὐκ αὐτὸ μόνον καλοῦ, ἀλλὰ τοῦ καλλίστου δεόμεθα, καὶ ἢν μὴ τοῦτο εὕρωμεν, οὐδὲν ἡμῖν πλέον πεπρᾶχθαι ἡγησόμεθα: οὐ γὰρ ἀγαπήσομεν ὁποιῳδήποτε καλῷ ἐντυχόντες, ἀλλ᾽ ἐκεῖνο τὸ ἀκρότατον ζητοῦμεν κάλλος, ὅπερ ἀνάγκη ἓν εἶναι.

Ἑρμότιμος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: