Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[80]
καί μοι δὸς ἐνταῦθα ἤδη ἐρέσθαι σε,
εἰ ἐθέλοις ἂν ἔξω τῶν λόγων τὰ ἄλλα ἐοικέναι τῷ διδασκάλῳ,
οὕτω μὲν ὀργίλος, οὕτω δὲ μικρολόγος, οὕτω δὲ
φιλόνεικος ὢν καὶ φιλήδονος νὴ Δί᾽, εἰ καὶ μὴ τοῖς πολλοῖς
δοκεῖ. τί σιγᾷς, ὦ Ἑρμότιμε; θέλεις διηγήσομαι ἃ
πρῴην ἤκουσα ὑπὲρ φιλοσοφίας τινὸς λέγοντος ἀνδρὸς
πάνυ γεγηρακότος, ᾧ πάμπολλοι τῶν νέων ἐπὶ σοφίᾳ
πλησιάζουσιν; ἀπαιτῶν γὰρ παρά τινος τῶν μαθητῶν
τὸν μισθὸν ἠγανάκτει, λέγων ὑπερήμερον εἶναι καὶ ἐκπρόθεσμον
τοῦ ὀφλήματος, ὃν ἔδει πρὸ ἑκκαίδεκα ἡμερῶν
ἐκτετικέναι τῇ ἕνῃ καὶ νέᾳ: οὕτω γὰρ συνθέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.