Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’
εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν ‘Σπάρτῃ μόνῃ’ εἶπε ‘λυσιτελεῖ γηράσκειν.’
ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, ‘ἀγαθός’ εἶπε ‘κακκονῆν 1 νέων ψυχάς.’
ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον: λεγόντων δὲ αὐτῷ τινων ‘ποῖ 2 ἄπει οὕτως ἔχων ἢ τί ποιήσων;’ ‘κἂν μηδὲν ἕτερον πράξω’ ἔφη ‘πολεμίου γε μάχαιραν ἀμβλυνῶ.’
Βοῦλις 3 καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ ἣν ὦφλεν ἡ Λακεδαίμων κατὰ χρησμόν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.