‘ αὐτῶν’, ‘οὐδὲ γὰρ ἀνδρῶν’ ἔφη ‘πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.’
Ἁγησιπόλιδος τοῦ Παυσανίου
Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, ‘αἰσχρόν’ ἔφη ‘ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧσσον εἰδέναι Μεγαρέων τὸ δίκαιον.’
Ἀγίδος τοῦ Ἀρχιδάμου
Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων ‘βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου ’