Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γράψαντος , ἀντέγραψεν ‘εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.’
ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται ‘ὅσης ἄν’ ἔφη ‘τῷ δόρατι ἐφίκωνται.’
Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, ‘τί δήποτε, ὦ Περίανδρε’ [p. 130] εἶπεν ‘ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;’
ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, ‘ἀλλ᾽ οὐ τοῦτο’ ἔφη ‘ὁρᾶν δεῖ, ἀλλ᾽ οἷ μαχούμενοι κρείσσονες τῶν πολεμίων ἐσόμεθα.’
πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς Ἀρκάδας μάχην ἐνίκησε, ‘βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει’ ἔφη ‘αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.