‘ ’
πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθ᾽ ὅπλων ἵδρυται παρ᾽ αὐτοῖς, ‘ὅπως’ ἔφη ‘μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄοπλοι τοῖς θεοῖς εὔχωνται. ’
πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι ‘τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι. [p. 169] ’
Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα
1Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται ‘τὰ μὲν πρῶτα 2 ἐπιλελάθαμες, 3 τὰ δὲ ὕστερα οὐ συνείκαμες 4 διὰ τὸ τὰ πρῶτα 5 ἐπιλελᾶσθαι.’