Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εἴ γ᾽ ἐστὶ δίκαιον’ ἔφη ‘εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα 1 δὲ οὔ.’ ἐπειπόντος δὲ ‘ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅ τι κεν κεφαλῇ 2 κατανεύσωσιν, οὐ’ ‘μᾶλλον’ ἔφη ‘ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.’
ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν 3 λέγοιεν.
ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον: ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.