previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστιν εὐμετάβολος, ‘διὰ τοὺς καιρούςἔφηοὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.’


πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάσσοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπενεἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι


ἐρωτηθεὶς δὲ τί δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας, ‘ταῦτ᾽ἔφηὅσαπερ ἂν αὐτοὺς ὠφελήσειαν ἄνδρας γενομένους.’


πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφηἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλ᾽ ἡμεῖς ὑπὲρ ἄλλων.’

Λεωτυχίδου τοῦ Ἀρίστωνος


Λεωτυχίδας Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσιμὰ [p. 146] τοὺς θεούςἔφηοὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη.’


τῇ δ᾽ ἐγγυτέρω πύλῃ δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, ‘οὔτι ἔμοιγ᾽ ἔφη’ ‘δοκεῖ, ἀλλ᾽ εἰ κλεὶς; τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν.’


πρὸς Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δ᾽ ὅτι οἱ παρ᾽ αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, ‘τί οὖν, ἀνόητεεἶπενοὐ τὴν ταχίστην ἀποθνήσκεις, ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: