Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀργείου ποτὲ εἰπόντος ‘πολλοὶ τάφοι παρ᾽ ἡμῖν εἰσὶ Σπαρτιατῶν’ Λάκων εἶπεν ‘ἀλλὰ μὴν παρ᾽ ἡμῖν Ἀργείων οὐδὲ εἷς,’ ὡς: αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.
Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος ‘Λάκωνα πωλῶ,’ ἐπεστόμισεν εἰπών ‘αἰχμάλωτον κήρυσσε.’
τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθεὶς τις ὑπ᾽;᾽ αὐτοῦ, μή τις τῶν εἱλώτων ἐστί, ‘σὺ δ᾽ οἴει’ ἔφη ‘ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν;᾽’
ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπε ‘ποῦ νῦν εἰσὶν οἱ Λάκωνες;᾽’ Σπαρτιάτης ληφθεὶς ὑπ᾽ αὐτῶν ‘οὐ πάρεισιν’ ἔφη: ‘οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.