‘ εἶναι ἦλθον γὰρ χώραν ἀπολαβεῖν : οὐ καταλαβέσθαι πόλιν.’
ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, ‘ὅτι’ ἔφη ‘αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι.’
Πολυκρατίδος
Πολυκρατίδας 1 πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθ᾽ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν, ‘αἴκα τύχωμεν, δημοσίᾳ’ εἶπεν ‘εἰ δὲ 2 μὴ , ἰδίᾳ. [p. 167] ’
Φοιβίδος
Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν ἔφησεν ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι.