Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν: ὡς δὲ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.
ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, ‘μὴ σπάνιοι’ ἔφη ‘οἱ λίθοι;᾽’
τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπε ‘φωνὰ τὺ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.’
ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ ἀρνησαμένου δέ, ‘τί οὖν’ ἔφη ‘μέγα ποιεῖς;᾽’
ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.