previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δέ τις Λουκίλλιος, ἀνὴρ ἀγαθὸς, ἐν τοῖς ἑταίροις, οὗτος ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐν τῇ διώξει τῶν μὲν ἄλλων οὐδένα ποιουμένους λόγον, ἐλαύνοντας δὲ ῥύδην ἐπὶ τὸν Βροῦτον, ἔγνω παρακινδυνεύσας ἐμποδὼν αὐτοῖς γενέσθαι. καὶ μικρὸν ὑπολειφθεὶς αὐτός ἔφη Βροῦτος εἶναι: καὶ πιθανὸς ἦν πρὸς Ἀντώνιον δεόμενος ἄγειν ἑαυτόν, ὡς Καίσαρα δεδοικώς, ἐκείνῳ δὲ θαρρῶν. [2] οἱ δ᾽ ἀσπασάμενοι τὸ εὕρημα καὶ τύχῃ τινὶ θαυμαστῇ κεχρῆσθαι νομίζοντες ἦγον τὸν ἄνδρα σκότους ἤδη, προπέμψαντες ἐξ αὑτῶν τινας ἀγγέλους παρὰ τὸν Ἀντώνιον. αὐτός τε οὖν ἡσθεὶς ἀπήντα τοῖς ἄγουσι, καὶ τῶν ἄλλων οἱ πυνθανόμενοι ζῶντα Βροῦτον κομίζεσθαι συνετρόχαζον, οἱ μὲν ἐλεεινὸν ἡγούμενοι τῆς τύχης, οἱ δὲ τῆς δόξης ἀνάξιον, ἄγραν βαρβάρων ὑπὸ φιλοψυχίας γενόμενον. [3] ἐπεὶ δ᾽ ἐγγὺς ἦσαν, μὲν Ἀντώνιος ὑπέστη, διαπορῶν ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, δὲ Λουκίλλιος προσαχθεὶς μάλα τεθαρρηκώςΜᾶρκον μὲν,’ εἶπεν, ‘Ἀντώνιε, Βροῦτον οὐδεὶς ᾕρηκεν οὐδ᾽ ἂν ἕλοι πολέμιος: μὴ τοσοῦτον τύχῃ κρατήσειε τῆς ἀρετῆς, ἀλλ᾽ ἐκεῖνος εὑρεθήσεται ζῶν που καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ. [4] ἐγὼ δὲ τοὺς σοὺς στρατιώτας [p. 240] παρακρουσάμενος ἥκω, παθεῖν οὐδὲν ἐπὶ τούτῳ τῶν ἀνηκέστων παραιτούμενος.’ ταῦτ᾽ εἰπόντος τοῦ Λουκιλλίου καὶ πάντων ἐκπλαγέντων Ἀντώνιος πρὸς τοὺς κομίσαντας αὐτὸν ἀποβλέψας, ‘ἦπου χαλεπῶς,’ εἶπεν, ‘ συστρατιῶται, φέρετε τῇ ἁμαρτίᾳ περιυβρίσθαι δοκοῦντες. [5] ἀλλ᾽ εὖ ἴστε κρείττονα τῆς ζητουμένης ἄγρας ᾑρηκότες. πολέμιον γὰρ ζητοῦντες ἥκετε φίλον ἡμῖν κομίζοντες: ὡς ἐγὼ Βρούτῳ μὲν οὐκ οἶδα μὰ τοὺς θεοὺς τι ἂν ἐχρησάμην ζῶντι: τοιούτων δ᾽ ἀνδρῶν φίλων τυγχάνοιμι μᾶλλον πολεμίωνταῦτ᾽ εἰπὼν καὶ τὸν Λουκίλλιον ἀσπασάμενος τότε μὲν ἑνὶ τῶν φίλων συνέστησεν, ὕστερον δὲ χρώμενος εἰς πάντα πιστῷ καὶ βεβαίῳ διετέλεσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: