previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σερβιλίας δὲ τῆς Βρούτου μητρὸς ἀδελφὸς ἦν Κάτων φιλόσοφος, ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος θεῖον ὄντα καὶ πενθερὸν ὕστερον γενόμενον. τῶν δὲ Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν, ὡς ἁπλῶς εἰπεῖν, ἀνήκοος ἦν οὐδὲ ἀλλότριος, διαφερόντως δ᾽ ἐσπουδάκει πρὸς τοὺς ἀπὸ Πλάτωνος, [2] καὶ τὴν νέαν καὶ μέσην λεγομένην Ἀκαδήμειαν οὐ πάνυ προσιέμενος ἐξήρτητο τῆς παλαιᾶς, καὶ διετέλει θαυμάζων μὲν Ἀντίοχον τὸν Ἀσκαλωνίτην, φίλον δὲ καὶ συμβιωτὴν τὸν ἀδελφὸν αὐτοῦ πεποιημένος Ἄριστον, ἄνδρα τῇ μὲν ἐν λόγοις ἕξει πολλῶν φιλοσόφων λειπόμενον, εὐταξίᾳ δὲ καὶ πρᾳότητι τοῖς πρώτοις ἐνάμιλλον. [3] δ᾽ Ἔμπυλος οὗ καὶ αὐτὸς ἐν ταῖς [p. 130] ἐπιστολαῖς καὶ οἱ φίλοι μέμνηνται πολλάκις ὡς συμβιοῦντος αὐτῷ, ῥήτωρ ἦν καὶ καταλέλοιπε μικρὸν μὲν, οὐ φαῦλον δὲ σύγγραμμα περὶ τῆς Καίσαρος ἀναιρέσεως, Βροῦτος ἐπιγέγραπται.

Ῥωμαϊστὶ μὲν οὖν ἤσκητο πρὸς τὰς διεξόδους καὶ τοὺς ἀγῶνας ἱκανῶς Βροῦτος, Ἑλληνιστὶ δὲ τὴν ἀποφθεγματικὴν καὶ Λακωνικὴν ἐπιτηδεύων βραχυλογίαν ἐν ταῖς ἐπιστολαῖς ἐνιαχοῦ παράσημός ἐστιν, [4] οἷον ἤδη καθεστηκὼς εἰς τὸν πόλεμον γράφει Περγαμηνοῖς: ‘ἀκούω ὑμᾶς Δολοβέλλᾳ δεδωκέναι χρήματα: εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν: εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.’ πάλιν Σαμίοις: ‘αἱ βουλαὶ ὑμῶν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. [5] τί τούτων τέλος ἐννοεῖσθε;’ καὶ ἑτέρανΞάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον ἀπονοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ᾽ ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν τὴν Παταρέων κρίσιν τὴν Ξανθίων τύχην ἑλέσθαι.’ τὸ μὲν οὖν τῶν παρασήμων γένος ἐπιστολίων τοιοῦτόν ἐστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: