previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών ἐν φορείῳ κομιζόμενος. ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, ἀλλ᾽ ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν. ἐκβάντι δ᾽ αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας, ἐκεῖνος μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καί κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ καί προσέχοντι τὸν νοῦν. [2] οἱ δὲ συνωμόται ῾λεγέσθω γὰρ οὕτωσ᾽ τῆς μὲν φωνῆς οὐκ ἐπαΐοντες αὐτοῦ, τεκμαιρόμενοι δ᾽ ἀφ᾽ ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν, ἀνέπεσόν τε ταῖς γνώμαις, καί πρὸς ἀλλήλους ἔβλεψαν ἀνθομολογούμενοι διὰ τῶν προσώπων ὡς χρὴ μὴ περιμένειν σύλληψιν, ἀλλ᾽ εὐθὺς ἀποθνῄσκειν δι᾽ αὑτῶν. [3] Κασσίου δ᾽ ἤδη καί τινων ἄλλων τὰς χεῖρας ἐπιβεβληκότων ταῖς λαβαῖς ὑπὸ τὰ ἱμάτια καί σπωμένων τὰ ἐγχειρίδια, Βροῦτος ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καί οὐχὶ κατηγοροῦντος, ἐφθέγξατο μὲν οὐδὲν διὰ τὸ πολλοὺς ἀλλοτρίους ἀναμεμῖχθαι, φαιδρῷ δὲ τῷ προσώπῳ τοὺς περὶ Κάσσιον ἐθάρρυνε. [4] καί μετὰ μικρὸν Λαίνας τὴν δεξιὰν τοῦ Καίσαρος καταφιλήσας ἀπέστη, φανερὸς γενόμενος ὡς ὑπὲρ ἑαυτοῦ καί τῶν αὑτῷ τινος διαφερόντων ἐποιεῖτο τὴν ἔντευξιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: