Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι
σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ
Βροῦτος ὠνόμαζε: τῶν δ᾽ ἐναντίων Μεσσάλας
φησὶν οἴεσθαι πλείους ἢ διπλασίους,
διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι πρὶν ἢ Κασσίου θεράπων
ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας,
εὐθὺς ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν
καὶ τὸ ξίφος.
[2]
ὦν κομισθέντων οὕτως ἐθάρρησαν
ὥστε ἅμ᾽ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς τὸ μὲν γὰρ αὐτοῦ καταπεπλησμένον αἰχμαλώτων ἐδεῖτο φυλακῆς ἀκριβοῦς, τὸ δὲ Κασσίου τὴν μεταβολὴν τοῦ ἄρχοντος οὐ ῥᾳδίως ἔφερεν, ἀλλὰ καὶ φθόνου
[p. 228]
τι καὶ μίσους ἡττημένοις ἐνῆν αὐτοῖς πρὸς τὸ νενικηκός, ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα, μάχης δ᾽ ἀπέσχετο.
[3]
τῶν δ᾽ αἰχμαλώτων τὸ μὲν
δουλικὸν πλῆθος ἐνειλούμενον ὑπόπτως τοῖς ὅπλοις
ἐκέλευσεν ἀναιρεθῆναι, τῶν δ᾽ ἐλευθέρων
τοὺς μὲν ἀπέλυε φάσκων ὑπὸ τῶν πολεμίων
μᾶλλον ἡλωκέναι αὐτοὺς1 καὶ παρ᾽ ἐκείνοις
αἰχμαλώτους εἶναι καὶ δούλους, παρ᾽ αὑτῷ δ᾽ ἐλευθέρους καὶ πολίτας:
ὡς δὲ τοὺς
φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν.
[4]
ἦν δέ
τις Βολούμνιος μῖμος καὶ Σακουλίων γελωτοποιὸς
ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου
τοῦ Βρούτου προσάγοντες οἱ φίλοι κατηγόρουν
ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν
αὐτῶν ἀπεχομένους.
ἐπεὶ δὲ Βροῦτος μὲν ἐσίγα
πρὸς ἑτέραις ὢν φροντίσι, Μεσσάλας δὲ Κορβῖνος
ἐδικαίου πληγαῖς κολασθέντας ἐπὶ σκηνῆς γυμνοὺς
ἀποδοθῆναι τοῖς στρατηγοῖς τῶν πολεμίων,
ὅπως εἰδῶσιν οἵων δέονται στρατευόμενοι συμποτῶν
καὶ συνήθων,
[5]
ἔνιοι μὲν τῶν παρόντων ἐγέλασαν, Πόπλιος δὲ Κάσκας,
ὁ
πρῶτος Καίσαρα πατάξας, ‘οὐ καλῶς,’ ἔφη, ‘τεθνηκότι Κασσίῳ παίζοντες καὶ γελωτοποιοῦντες ἐναγίζομεν σὺ δέ,’ εἶπεν, ‘ὦ Βροῦτε, δείξεις ὅπως ἔχεις μνήμης πρὸς τὸν στρατηγόν ἢ κολάσας ἢ φυλάξας τοὺς χλευασομένους καὶ κακῶς ἐροῦντας αὐτόν’
[6]
πρὸς τοῦτο Βροῦτος εὖ μάλα δυσχεράνας,
‘τί
οὖν,’ εἶπεν, ‘ἐμοῦ πυνθάνεσθε, Κάσκα, καὶ οὐ πράττετε τὸ δόξαν ὑμῖν;’ ταύτην ἐκεῖνοι τὴν ἀπόκρισιν συγκατάθεσιν ποιησάμενοι κατὰ
[p. 230]
τῶν ἀθλίων ἀνθρώπων, διέφθειραν αὐτοὺς ἀπαγαγόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

