Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τὰ δ᾽ ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπους Φιλίππους καλοῦσι:
καὶ μέγισται τότε Ῥωμαίων δυνάμεις ἀλλήλαις συνεφέροντο. πλήθει μὲν οὖν οὐ παρ᾽ ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δ᾽ ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμα,
χρυσὸς γὰρ ἦν αὐτοῖς τὰ πλεῖστα τῶν ὅπλων καὶ ἄργυρος ἀφειδῶς καταχορηγηθείς, καίπερ εἰς τἆλλα τοῦ Βρούτου σώφρονι διαίτῃ καὶ κεκολασμένῃ χρῆσθαι τοὺς ἡγεμόνας ἐθίζοντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

