Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἔπειτα τὸν Βροῦτον τινῶν διαβαλλόντων καὶ φυλάττεσθαι παρακελευομένων τῇ χειρὶ τοῦ σώματος ἁπτόμενος εἶπε ‘τί δέ; οὐκ ἂν ὑμῖν δοκεῖ Βροῦτος ἀναμεῖναι τουτὶ τὸ σαρκίον;’ ὡς οὐδενὶ προσῆκον ἄλλῳ μεθ᾽ ἑαυτὸν ἢ Βρούτῳ δύνασθαι τοσοῦτον,
καὶ μέντοι δοκεῖ πρῶτος ἂν ἐν τῇ πόλει γενέσθαι βεβαίως, ὀλίγον χρόνον ἀνασχόμενος Καίσαρι δευτερεῦσαι καὶ παρακμάσαι τὴν δύναμιν αὐτοῦ καὶ μαρανθῆναι τὴν ἐπὶ τοῖς κατορθώμασιν ἐάσας δόξαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

