Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔτυχον δ᾽ οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν
ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους
εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς
τοῦ Κασσίου περικόπτοντες.
ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς δι᾽ ἀσθένειαν, ἀλλ᾽ ἡ δύναμις,
οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους,
ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ
ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς
ὀρύσσοντας ἐπιταράσσειν:
[2]
καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς
[p. 218]
τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην.
ἐν
τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλα
λαγμῷ
προσεφέροντο τοῖς πολεμίοις.
[3]
γενομένης δὲ δι᾽ ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα παρήλλαττε τὸ Καίσαρος ἀριστερόν
καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλ᾽ ὑπερκεράσαντες, ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον.
[4]
καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ, τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθ᾽ ὕπνον ἰδόντος ὄψιν κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς ἔδοξέ τε τεθνάναι.
τὸ
γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βάλλοντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

