Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ
πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς
διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν εἰ τῇ νουμηνίᾳ
τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον
παρεῖναι: πυνθάνεσθαι γὰρ ὡς λόγον ὑπὲρ βασιλείας
Καίσαρος οἱ φίλοι τότε καθήσοιεν,
φήσαντος δὲ τοῦ Βρούτου μὴ παριέναι, ‘τί οὖν,’ εἶπεν
ὁ Κάσσιος, ‘ἂν καλῶσιν ἡμᾶς;’
‘ἐμὸν ἔργον,’
ἔφη ὁ Βροῦτος, ‘ἤδη τὸ μὴ σιωπᾶν, ἀλλ᾽ ἀμύνειν
τῇ πατρίδι1
καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

