Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Βροῦτος μὲν ἐν ἐλπίσι καλαῖς καὶ
[p. 214]
λογισμοῖς φιλοσόφοις γενόμενος παρὰ τὸ δεῖπνον ἀνεπαύετο: Κάσσιον δὲ Μεσσάλας φησὶ δειπνεῖν τε καθ᾽ ἑαυτόν ὀλίγους τῶν συνήθων παραλαβόντα, καὶ σύννουν ὁρᾶσθαι καὶ σιωπηλόν, οὐ φύσει τοιοῦτον ὄντα:
παυσαμένου δὲ τοῦ δείπνου λαβόμενον τῆς χειρὸς αὐτοῦ σφόδρα τοσοῦτον εἰπεῖν, ὥσπερ εἰώθει φιλοφρονούμενος, Ἑλληνικῇ φωνῇ:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

