Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐν δ᾽
Ἀπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ
λόγους κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς
ἐγνωκότα προσμένων.
ἅμα δὲ τῷ πυθέσθαι τὸ
πάθος ἦλθεν εἰς Ῥώμην: καὶ δημαγωγίας ἀρχὴν
τοὔνομα Καίσαρος θέμενος ἑαυτῷ καὶ διανέμων
τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις Ἀντώνιόν
τε κατεστασίαζε καὶ χρήματα διαδιδοὺς συνίστη
καὶ συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένω.1
1 ἐστρατευμένω as in xxi. 2: στρατευομένων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

