σὲ δ᾽ ἀείσομαι, ὦ Κλεινίου παῖ.
καλὸν ἁ νίκα: κάλλιστον δ᾽, ὃ μηδεὶς ἄλλος Ἑλλάνων,
ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα,
βῆναί τ᾽ ἀπονητί, Διὸς στεφθέντα τ᾽ ἐλαία
κάρυκι βοᾶν 1 παραδοῦναι:
Euripides, an epinician ode
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
11.
αἱ δ᾽ ἱπποτροφίαι
περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων:
ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν Ὀλυμπίασιν ἰδιώτης
οὐδὲ βασιλεύς, μόνος δὲ ἐκεῖνος. καὶ τὸ νικῆσαι δὲ
καὶ δεύτερον γενέσθαι καὶ τέταρτον, ὡς Θουκυδίδης
φησίν, ὁ δ᾽ Εὐριπίδης τρίτον, ὑπερβάλλει λαμπρότητι
καὶ δόξῃ πᾶσαν τὴν ἐν τούτοις φιλοτιμίαν.
[2]
λέγει δ᾽ ὁ Εὐριπίδης ἐν
τῷ ᾁσματι ταῦτα:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

