Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν
αὐτός, ἀλλ᾽ ὑπηρέτῃ χαλεπήναντες ὀλίγας ἀποβαλόντι
ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ
πολεμικώτατον ἀφείλοντο τῆς πόλεως στρατηγόν. ἔτι δ᾽
οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ
μὴ παντάπασιν ἔρρειν τὰ πράγματα τῶν Ἀθηναίων
Ἀλκιβιάδου περιόντος: οὔτε γὰρ πρότερον ἠγάπησε
φεύγων ἀπραγμόνως ζῆν καὶ μεθ᾽ ἡσυχίας, οὔτε νῦν, εἰ
τὰ καθ᾽ ἑαυτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαιμονίους
ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

