Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐν
δὲ Βιθυνίᾳ πάλιν οὐκ ὀλίγα τῶν ἰδίων ἀπολέσας καὶ
περικοπεὶς ὑπὸ τῶν ἐκεῖ Θρᾳκῶν, ἔγνω μὲν
ἀναβαίνειν πρὸς Ἀρταξέρξην, ἑαυτόν τε μὴ χείρονα
Θεμιστοκλέους πειρωμένῳ βασιλεῖ φανεῖσθαι νομίζων, καὶ
κρείττονα τὴν πρόφασιν: οὐ γὰρ ἐπὶ τοὺς πολίτας, ὡς
ἐκεῖνον, ἀλλ᾽ ὑπὲρ τῆς πατρίδος ἐπὶ τοὺς πολεμίους
ὑπουργήσειν καὶ δεήσεσθαι τῆς βασιλέως δυνάμεως:
εὐπορίαν δὲ τῆς ἀνόδου μετὰ ἀσφαλείας μάλιστα
Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς
Φρυγίαν, καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

