Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πρῶτον μὲν οὖν
ἐκέλευε περιμεῖναι τὸν ἄγοντα τὸ ζεῦγος: ὑπέπιπτε γὰρ
ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης: μὴ πειθομένου δὲ δι᾽
ἀγροικίαν, ἀλλ᾽ ἐπάγοντος, οἱ μὲν ἄλλοι παῖδες
διέσχον, ὁ δ᾽ Ἀλκιβιάδης καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ
ζεύγους καὶ παρατείνας ἑαυτόν, ἐκέλευεν οὕτως, εἰ
βούλεται, διεξελθεῖν, ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι
τὸ ζεῦγος ὀπίσω δείσαντα, τοὺς δ᾽ ἰδόντας ἐκπλαγῆναι
καὶ μετὰ βοῆς συνδραμεῖν πρὸς αὐτόν.
ἐπεὶ δὲ εἰς τὸ μανθάνειν ἧκε,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

