Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν δὲ ταῖς Ἀντιφῶντος
λοιδορίαις γέγραπται ὅτι παῖς ὤν, ἐκ τῆς οἰκίας
ἀπέδρα πρὸς Δημοκράτη τινὰ τῶν ἐραστῶν: βουλομένου δ᾽
αὐτὸν ἀποκηρύττειν Ἀρίφρονος, Περικλῆς οὐκ εἴασεν,
εἰπών: εἰ μὲν τέθνηκεν, ἡμέρᾳ μιᾷ διὰ τὸ κήρυγμα
φανεῖσθαι πρότερον, εἰ δὲ σῶς ἐστιν, ἄσωστον αὐτῷ
τὸν λοιπὸν βίον ἔσεσθαι: καὶ ὅτι τῶν ἀκολουθούντων
τινὰ κτείνειεν ἐν τῇ Σιβυρτίου παλαίστρᾳ ξύλῳ
πατάξας. ἀλλὰ τούτοις μὲν οὐκ ἄξιον ἴσως πιστεύειν,
ἅ γε λοιδορεῖσθαί τις αὐτῷ δι᾽ ἔχθραν ὁμολογῶν
εἶπεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

