Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἤδη δὲ πολλῶν καὶ
γενναίων ἀθροιζομένων καὶ περιεπόντων, οἱ μὲν ἄλλοι
καταφανεῖς ἦσαν τὴν λαμπρότητα τῆς ὥρας ἐκπεπληγμένοι
καὶ θεραπεύοντες, ὁ δὲ Σωκράτους ἔρως μέγα μαρτύριον
ἦν τῆς ἀρετῆς καὶ εὐφυΐας τοῦ παιδός, ἣν
ἐμφαινομένην τῷ εἴδει καὶ διαλάμπουσαν ἐνορῶν,
φοβούμενος δὲ τὸν πλοῦτον καὶ τὸ ἀξίωμα καὶ τὸν
προκαταλαμβάνοντα κολακείαις καὶ χάρισιν ἀστῶν καὶ ξένων
καὶ συμμάχων ὄχλον, οἷος ἦν ἀμύνειν καὶ μὴ περιορᾶν
ὡς φυτὸν ἐν ἄνθει τὸν οἰκεῖον καρπὸν ἀποβάλλον καὶ
διαφθεῖρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

