Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
δὲ κατὰ τοὺς ὕπνους εἶδε
τοιαύτην: ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς
ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις
ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον ὥσπερ γυναικὸς
ὑπογράφουσαν καὶ ψιμυθιοῦσαν. ἕτεροι δέ φασιν ἰδεῖν
τὴν κεφαλὴν ἀποτέμνοντας αὐτοῦ τοὺς περὶ τὸν Μαγαῖον
ἐν τοῖς ὕπνοις καὶ τὸ σῶμα καιόμενον. ἀλλὰ τὴν μὲν
ὄψιν οὐ πολὺ γενέσθαι λέγουσι πρὸ τῆς τελευτῆς.
οἱ δὲ πεμφθέντες πρὸς αὐτὸν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ
κύκλῳ τὴν οἰκίαν περιστάντες ἐνεπίμπρασαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

