Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ Ἀλκιβιάδῃ: τῶν δὲ
στρατηγῶν εἷς, Φρύνιχος ὁ Δειραδιώτης, ὑποπτεύσας,
ὅπερ ἦν, τὸν Ἀλκιβιάδην οὐδέν τι μᾶλλον ὀλιγαρχίας
ἢ δημοκρατίας δεόμενον, ζητοῦντα δὲ πάντως κατελθεῖν,
ἐκ διαβολῆς τοῦ δήμου προθεραπεύειν καὶ ὑποδύεσθαι τοὺς
δυνατούς, ἀνθίστατο. κρατούμενος δὲ τῇ γνώμῃ καὶ
φανερῶς ἤδη τοῦ Ἀλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε
κρύφα πρὸς Ἀστύοχον τὸν τῶν πολεμίων ναύαρχον,
ἐγκελευόμενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς
ἐπαμφοτερίζοντα τὸν Ἀλκιβιάδην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

