Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
δόντων δὲ τῶν
Σπαρτιατῶν καὶ δεξαμένων, παραγενόμενος προθύμως ἓν μὲν
εὐθὺς ἐξειργάσατο, μέλλοντας καὶ ἀναβαλλομένους βοηθεῖν
Συρακουσίοις ἐγείρας καὶ παροξύνας πέμψαι Γύλιππον
ἄρχοντα καὶ θραῦσαι τὴν ἐκεῖ τῶν Ἀθηναίων δύναμιν:
ἕτερον δέ, κινεῖν τὸν αὐτόθεν πόλεμον ἐπὶ τοὺς
Ἀθηναίους: τὸ δὲ τρίτον καὶ μέγιστον, ἐπιτειχίσαι
Δεκέλειαν, οὗ μᾶλλον οὐδὲν διειργάσατο καὶ
κατοικοφθόρησε τὴν πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

