Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἐλελήθει δ᾽ ἄρα προδότης προδότῃ
διαλεγόμενος. τὸν γὰρ Τισαφέρνην ἐκπεπληγμένος ὁ
Ἀστύοχος, καὶ τὸν Ἀλκιβιάδην ὁρῶν παρ᾽ αὐτῷ μέγαν
ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς. ὁ δ᾽
Ἀλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ
Φρυνίχου κατηγορήσοντας. ἀγανακτούντων δὲ πάντων καὶ
συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν
διαφυγὴν ἐκ τῶν παρόντων ἐπεχείρησεν ἰάσασθαι μείζονι
κακῷ τὸ κακόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

