Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον λέγοντι:
Οὐκ ἔραμαι πλουτεῖν οὔτ̓ εὔχομαι, ἀλλά μοι εἴη
Ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων
ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν: ὅς γε καὶ
βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον,
[p. 426]
τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον
προσδεῖσθαι.

