This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
εἰ μὲν οὖν προθύμως δέχοισθε τὰ λεγόμενα,
τῆς δευτέρας τῶν ἐπαινουμένων ἔσεσθε παῤ
Ἡσιόδῳ τάξεως: εἰ δὲ μή, ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι
[p. 380]
δυσχερές, αὐτοὶ δὲ μέμνησθε τῶν ἐπῶν δηλονότι,
ἐν οἷς ἐκεῖνός φησιν ἄριστον μὲν εἶναι τὸν παῤ
ἑαυτοῦ τὰ δέοντα ξυνορῶντα, ἐσθλὸν δὲ κἀκεῖνον
τὸν τοῖς παῤ ἑτέρων ὑποδειχθεῖσιν ἑπόμενον, τὸν
δὲ πρὸς οὐδέτερον ἐπιτήδειον, ἀχρεῖον εἶναι πρὸς ἅπαντα.

