This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
εὐθὺς μὲν οὖν καὶ σιωπώσας ἐμφαίνειν ἀπὸ τοῦ
σχήματος τὸ διάφορον: εἶναι γὰρ τὴν μὲν ὑπὸ
κομμωτικῆς διεσκευασμένην εἰς κάλλος, καὶ ὑπὸ
τρυφῆς διαρρεῖν, καὶ πάντα ἐσμὸν ἡδονῆς ἐξηρτημένην
ἄγειν: ταῦτά τε οὖν δεικνύναι, καὶ ἔτι
πλείω τούτων ὑπισχνουμένην, ἕλκειν ἐπιχειρεῖν
τὸν Ἡρακλέα πρὸς ἑαυτήν:

